ΔΟΓΜΑ ΚΑΙ ΑΝΑΘΕΜΑΤΑ

Η θέση σας που επικοινωνεί στην ελληνική γλώσσα.


d9popov
Member
Posts: 212
Joined: Fri 9 June 2017 8:29 pm

Re: ΔΟΓΜΑ ΚΑΙ ΑΝΑΘΕΜΑΤΑ

Post by d9popov »

ΤΟ ΣΥΜΒΟΛΟΝ τῆς πρώτης οἰκουμενικῆς συνόδου ἐν Νικαίᾳ

  1. Πιστεύομεν

εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν.

  1. Καὶ εἰς ἕνα Κύριον 'Ιησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ, τὸν γεννη­θέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τοῦτ᾿ ἔστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι' οὗ τὰ πάντα ἐγένετο τά τε ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ·

  2. τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόν­τα, καὶ σαρκωθέντα καὶ ἐνανθρωπήσαντα,

  3. παθόντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ·

  4. καὶ ἀνελθόντα εἰς τοὺς οὐρανούς, καὶ καθεζόμενον ἐν δεξιᾷ τοῦ πατρός·

  5. καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς.

  6. Καὶ εἰς τὸ ἅγιον πνεῦμα.

  7. Τοὺς δὲ λέγοντας ὅτι ἦν ποτε ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φά­σκοντας εἶναι, ἢ κτιστὸν ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, τούτους ἀναθε­ματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.


http://symbole.gr/chrtoms/dogma/1145-symv1oec[/size][/size]

Post Reply